ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:6-12
SBL Greek New Testament
6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ [a]βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, [b]περισσεύοντες ἐν εὐχαριστίᾳ.
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ [c]σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ [d]βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν [e]ἐκ νεκρῶν·
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:7 βεβαιούμενοι WH Treg NIV ] + ἐν RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:7 περισσεύοντες Treg NIV ] + ἐν αὐτῇ WH RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:11 σώματος WH Treg NIV ] + τῶν ἁμαρτιῶν RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:12 βαπτισμῷ Treg NIV ] βαπτίσματι WH RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:12 ἐκ WH Treg NIV ] + τῶν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software